[ ]
Phokis — Delphi — ca. 100 BC
1 | Δελφοὶ ἔδωκαν Διονυσίωι Διονυσίου Θεσ- |
σαλονικεῖ Μακεδόνι αὐτῶι καὶ ἐκγόνοις προ- | |
ξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, | |
ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα τί- | |
5 | μια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις |
καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἄρχον- | |
τος Διοδώρου (τοῦ) Ἄρχωνος, βουλευόν[των] | |
τὰν πρώταν ἑξάμηνον Δάμωνος (τοῦ) Διονυ- | |
σίου, Ἄρχωνος τοῦ Εὐαγόρα, [γρα]μματεύον- | |
10 | [τ]ος δέ βουλῆς Φίλωνος [τ]οῦ Ἐρασίππου. |