[ ] Phokis — Delphi — ca. 100 BC
1 Δελφοὶ ἔδωκαν Διονυσίωι Διονυσίου Θεσ-
σαλονικεῖ Μακεδόνι αὐτῶι καὶ ἐκγόνοις προ-
ξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν,
ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα τί-
5 μια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἄρχον-
τος Διοδώρου (τοῦ) Ἄρχωνος, βουλευόν[των]
τὰν πρώταν ἑξάμηνον Δάμωνος (τοῦ) Διονυ-
σίου, Ἄρχωνος τοῦ Εὐαγόρα, [γρα]μματεύον-
10 [τ]ος δέ βουλῆς Φίλωνος [τ]οῦ Ἐρασίππου.
Search Help
Contact Us