[ ] Phokis — Delphi — 79 AD
1 θεός. #⁵⁶ τύχα #⁵⁶ ἀγαθᾶ #⁵⁶
Δελφοὶ ἔδωκαν #⁵⁶ Μ #⁵⁶ Τουρρανίω Ἑρμονείκω Που-
τιολανῶ, κιθαρωδῶ, νεικήσαντι Πύθια ἐνδόξως,
πολειτείαν αὐτῶ καὶ ἐκγόνοις, προμαντείαν, προ-
5 ξενίαν, προδικίαν, ἀσυλίαν, προεδρίαν, ἀτέλειαν, γᾶς
καὶ οἰκίας ἔνκτησιν καὶ τἆλλα τείμια ὅσα τοῖς κα-
λοῖς κἀγαθοῖς ἀνδράσιν δίδοται· #⁵⁶ ἄρχοντος Τίτου
Καίσαρος Σεβαστοῦ, #⁵⁶ βουλευόντων Ἀγάθωνος καὶ
Ἀντιγόνου.
Search Help
Contact Us