[ ] Phokis — Delphi — N.Jahr.Class.Ph.35.1889.520 — Pomtow
1 ἄρχοντος Πυρρία, [μηνὸς ․․․․․․․․․․, ἀπέδο]το
Δεξικράτης Ἑρμ[αίου Ἀμβρύσσιος τῶι Ἀπόλλωνι], συνευδοκε-
όντων καὶ τῶν υἱ[ῶν αὐτοῦ καὶ τᾶς γυναικὸς] Θεοτίμας,
σῶμα γυναικεῖο[ν, ἇι ὄνομα Σωσικράτεια], τιμᾶς ἀργυρίου
5 μνᾶν πέντε, καὶ [τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς] ἐπίστευσε
Σωσικράτεια τὰν ὠ[νὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν] εἶμεν
καὶ ἀνέφαπτος ἀπὸ πά[ντω]ν [τὸν πάντα βίον, ποιοῦσαν] ὅ κα θέλῃ·
βεβαιωτὴρ κατὰ τὸν νόμ[ον ․․․․․․․․․․․․․․․․․]ος Ἀμβρύσσιος.
εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κα[ταδουλισμῶι, κύριο]ς [ἔστ]ω ὁ παρα-
10 τυχὼν συλέων Σωσικράτει[αν, ὡς ἐλευθέραν ἐοῦ]σαν, ἀζάμι-
ος ἐὼν καὶ ἀνυπόδικος πάσας δ[ίκας καὶ ζαμίας. μ]άρτυροι
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθα[μβος Ἁβρο]μάχου
Πατρέας Ἀνδρονίκου καὶ ἰδιῶ[ται Φ]λων, Πάτρων
οἱ Ἰατάδα, Ζωπυρίων.
Search Help
Contact Us