[ ] Phokis — Delphi — N.Jahr.Class.Ph.35.1889.519 — Pomtow
1 ἄρχοντος [Πυρρία, μηνὸς Ἰλαίου, βουλευόντ]ων τὰν δευ-
τέραν ἑξά[μηνον Πολέμωνος τοῦ Πολεμάρχο]υ, Κλέωνος τοῦ
Δαμοσθέν[εος, γραμματεύοντος δὲ τᾶς βουλᾶς] Γλαύκου τοῦ
Γενναίου [ἐπὶ τοῖσδε ἀπέδοντο ․․․․․․․․․․] καὶ Ἰὰς Σωσικράτεος
5 τῶι Ἀπό[λλωνι τῶι Πυθίῳ σῶμα γυναικεῖον κο]ράσιον ἐνδογενές,
ἇι ὄ[νομα Ἡράκλεα, τιμᾶς ἀργυρί]ου μνᾶν δύο καὶ τὰν τιμὰν
ἔχει [πᾶσαν· βεβαιωτὴρ κατὰ τὸ]ν νόμον Ἀζάρατος Ἀντιχάρεος,
ἐφ’ [ὧιτε ἐλευθέραν εἶμεν Ἡ]ράκλεαν καὶ ἀνέφαπτον ἀπὸ
πάν[των, ποιοῦσαν ὅ κα θέλῃ κ]αὶ ἀποτρέχουσαν οἷς κα θέλῃ. εἰ δέ τις
10 ἐφά[πτοιτ]ο Ἡ[ρακλέας ἐπὶ κα]ταδουλισμῷ, κύριος ἔστω ὁ παρατυχὼν
συ[λέ]ων Ἡράκλεαν ὡς ἐλ[ε]υθέραν οὖσαν, ἀζάμιος ἐὼν καὶ ἀ-
νυπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω
καὶ αἱ ἀποδόμεναι βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνάν.
μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πατρέας Ἀνδρονίκου,
15 Ἄθαμβος Ἁβρομάχου καὶ ἰδιῶται Τιμοκλῆς Πολύωνος,
Ἀρχέλαος, Διόδωρος Ἄρχωνος, Σωτύλος Τιμοκλέος, Δι[όδωρος]
Ἀντιγένεος.
Search Help
Contact Us