[ ]
Phokis — Delphi — N.Jahr.Class.Ph.35.1889.519 — Pomtow
| 1 | ἄρχοντος [Πυρρία, μηνὸς Ἰλαίου, βουλευόντ]ων τὰν δευ- |
| τέραν ἑξά[μηνον Πολέμωνος τοῦ Πολεμάρχο]υ, Κλέωνος τοῦ | |
| Δαμοσθέν[εος, γραμματεύοντος δὲ τᾶς βουλᾶς] Γλαύκου τοῦ | |
| Γενναίου [ἐπὶ τοῖσδε ἀπέδοντο ․․․․․․․․․․] καὶ Ἰὰς Σωσικράτεος | |
| 5 | τῶι Ἀπό[λλωνι τῶι Πυθίῳ σῶμα γυναικεῖον κο]ράσιον ἐνδογενές, |
| ἇι ὄ[νομα Ἡράκλεα, τιμᾶς ἀργυρί]ου μνᾶν δύο καὶ τὰν τιμὰν | |
| ἔχει [πᾶσαν· βεβαιωτὴρ κατὰ τὸ]ν νόμον Ἀζάρατος Ἀντιχάρεος, | |
| ἐφ’ [ὧιτε ἐλευθέραν εἶμεν Ἡ]ράκλεαν καὶ ἀνέφαπτον ἀπὸ | |
| πάν[των, ποιοῦσαν ὅ κα θέλῃ κ]αὶ ἀποτρέχουσαν οἷς κα θέλῃ. εἰ δέ τις | |
| 10 | ἐφά[πτοιτ]ο Ἡ[ρακλέας ἐπὶ κα]ταδουλισμῷ, κύριος ἔστω ὁ παρατυχὼν |
| συ[λέ]ων Ἡράκλεαν ὡς ἐλ[ε]υθέραν οὖσαν, ἀζάμιος ἐὼν καὶ ἀ- | |
| νυπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω | |
| καὶ αἱ ἀποδόμεναι βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνάν. | |
| μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πατρέας Ἀνδρονίκου, | |
| 15 | Ἄθαμβος Ἁβρομάχου καὶ ἰδιῶται Τιμοκλῆς Πολύωνος, |
| Ἀρχέλαος, Διόδωρος Ἄρχωνος, Σωτύλος Τιμοκλέος, Δι[όδωρος] | |
| Ἀντιγένεος. |