[ ] Phokis — Delphi
1 Δελφοὶ ἔδωκαν Γαΐω Μαννηΐω καὶ Λευκίω καὶ [Κ]νηΐω τοῖς Γαΐου Μαννηΐου
υἱοῖς προξενίαν, προμαντείαν, ἀσυλίαν, ασφάλειαν, γῆς τε καὶ οἰκίας ἔγ-
κτησιν αὐτοῖς τε καὶ ἐγγόνοις αὐτῶν καὶ τὰ ἄλλα τίμια καὶ φιλάνθρωπα,
ὅσα καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει.
Search Help
Contact Us