[ ] Phokis — Delphi — 100-50 BC
1 ἐπειδὴ Γλαυκίας Εὐάγρου Χαλκιδεὺς ἀνὴρ καλὸς κάγαθὸς εὐσεβῶς μὲν διακείμενος
τυνχάνει ποτὶ τὸν Ἀπόλ<λ>ω τὸν Πύθιον, εὐνοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν, εὔ-
χρηστον αὐτοσαυτὸν παρασκευάζων καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν
τοῖς ἐντυνχανόντοις αὐτῶ τῶν πολιτᾶν, ἐπιδοὺς αὐτοσαυ-
5 τὸν ἐπὶ τὰ παρακαλείμενα ἀπροφασίστως, φανερὰν ἐνδεικνύμε-
νος {ι} ἰδίαν ἐκτένειαν, σπουδᾶς καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων,
ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τ[ῶ]ν ἀνδρῶ[ν]·
ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τ[ῶν] Δελφῶν ἐπαινέσαι Γλαυκί-
αν Εὐάγρου Χαλκιδῆ ἐπὶ τοῖς πρ[ογε]γραμμένοις πάντοις καὶ ὑ-
10 πάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τ[ᾶς πό]λιος προξενίαν, προμαντεί-
αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, [προ]εδρίαν ἐν πάντο[ις] τοῖς ἀγώ-
νοις οἷς ἁ πόλις τίθητι καὶ τἆλλα τίμια [πάν]τα, ὅσα καὶ το[ῖ]ς ἄλλοις προ-
ξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ[π][ρχ]ει, ἀρετᾶς ἕνεκεν καὶ εὐνο[ί]-
ας ἇς ἔ[χ]ων διατελεῖ ποτί τε τὸν θεὸν καὶ τὰν πόλι[ν]· ἄρχοντος
15 Φιλαιτώλου μηνὸς Ποιτροπίου, βουλευόντων Πύῤῥου, Καλλιστρά-
του, Ἡράκωνος, Πεισιστράτου.
Search Help
Contact Us