[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | θεὸς τύ[χ]αν ἀγαθάν. |
| ἐπεὶ Μνασίθεος καὶ Καλλικράτης οἱ Διοδώρου ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν διελ[έ]- | |
| γησαν ὑπὲρ Ἐπικράτεος τοῦ Καμψία Φαραιέος, ἃν ἔχει ἐ[κ]τέ[νε]ιαν καὶ σπουδὰν ὑπὲρ τᾶς πό- | |
| [λ]ιος ἁμῶν, καὶ διότι εὔχρηστος γίνεται τοῖς ἐντυγχανόντοι[ς τ]ῶν πολιτᾶν καὶ κατὰ κοινὸν | |
| 5 | [κα]ὶ κατ’ ἰδίαν· vv ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶ πόλει τῶν Δελφῶν [ἐν] ἀγ[ο]ρᾶι τελείωι σὺν ψάφοις ταῖς |
| [ἐν]νόμοις, ἐπαινέσαι Ἐ[π]ικράτη Καμψία Φαραιῆ καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρ[ὰ] τᾶς πό- | |
| [λιο]ς προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι το[ῖς] ἀγώνοι[ς] | |
| [οἷς ἁ] πόλις τίθητ[ι], κ[α]ὶ τἆλλα τίμια, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτα[ις] τᾶς π[ό]λιος | |
| [ὑπάρ]χει· ἄρχοντος Ἁγίωνος, βουλευόντων τὰν πρώταν ἑξάμηνο[ν] Νικοστράτ[ου το]ῦ Εὐδώρου, [Ξέ]- | |
| 10 | [νω]νος τοῦ Ἀριστοβούλου, γραμματεύοντος Τιμοκλέος τοῦ Θρασέα. |