[ ] Phokis — Delphi — 2nd c. BC
1 [— — —]δικα[σταὶ — — —]
[— — —]νονυ[— — — ἐπὶ τᾶ]ς ἀρχᾶς [τᾶς — — —]
[— — —]λ[․․․․․․]ισμον ἐπ[․․․․] καὶ δικα[— — —]
[— — —]ν, Τιμοκράτ[ης] ΛΚ[— — —]
5 [— — — παραγε]νόμενοι ἐν[ταυ]θοῖ τάν τε ἐπιδμί]α[ν καὶ τὰν] ἀν[αστροφὰν ἐποιήσαντο]
[ἀξίως τῶν τε ἐξα]ποστε[ιλά]ντων αὐτοὺς καὶ τᾶς ἁμετέ[ρας π]όλιος [καὶ τῶν]
[ἀμφισβητου]μένων χρόνον πλείονα τὰ μὲν ἔκριναν, τὰ δὲ διέλ[υσαν μεγάλαι]
[ἐπ]ιμ[ελεί]<α>ι τᾶς τε ποτὶ τοὺς θεοὺς εὐσεβείας καὶ τοῦ δικαίου κ[ρίματος — — —]
ΠΑΝ․ΔΕΛ․․․Σ· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι μὲν τὰν πόλιν τῶν [Θηβαίων ἐπὶ]
10 [τ]ᾶι ἀποστ[ο]λᾶι τῶν ἀν[δρ]ῶν, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Σ#⁷Ι․․․ΟΝ[α,]
[Ἰ]ατροκλῆν, [Τ]ιμοκράτη Μνασία καὶ τὸν γραμματέα Εὐκράτ[η] ΛΡΓ[— — — καὶ]
[στεφ]ανῶσαι αὐτοὺς δάφναι στεφάνωι τᾶι παρὰ τοῦ θεοῦ, καθὼς πά[τριόν ἐστι]
[τοῖς Δε]λφοῖς, ὑπάρχειν δὲ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν καὶ ἰσοπολι[τείαν],
[προμα]ντείαν, ἀσ[υ]λίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οὓς ἁ πόλ[ις τίθητι]
15 [καὶ τἆλλ]α τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτ[αι]ς τᾶς πόλιος,
[καλέσαι δ]ὲ α[ὐτ]οὺς καὶ ἐπὶ ξένια ἐπὶ τὰν κοινὰν ἑστίαν, ἐ[πιμ]έλειαν δὲ ποιε[ῖ]-
[σθαι τοὺ]ς ἄρχοντας, ὅπως ἀναγραφῆ τὸ ψάφισμα ἐν {ι} τῶι ἐπιφανεστάτωι
[τόπωι το]ῦ ἱεροῦ.
Search Help
Contact Us