[ ]
Phokis — Delphi — 260-250 BC
| 1 | ἀγαθῆι τύχηι. Δελφοὶ ἔδωκαν Ἐπικύδει Δημέου Ἀλεξανδρεῖ |
| αὐτῶι καὶ ἐκγόνοις προξενίαν, — — — θεωροδοκίαν, | |
| προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, | |
| ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις | |
| 5 | προξένοις καὶ εὐεργέταις· ἄρχοντος Νικαΐδα, |
| βουλευόντων Χάρητος, Ἀμφιστράτου. |