[ ]
Phokis — Delphi — 200-150 BC
1 | [ἀγαθᾶι τύχαι. δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι] |
[τελείωι σὺμ ψά]φοις ταῖς ἐν[νόμοις ἐπαινέ]σαι [τονδεῖνα Σαρ]- | |
[διανὸν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς] πόλιος | |
[προ]ξε[νίαν, προ]μαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν- | |
5 | [των], προεδρίαν [ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ] πόλις τίθητι, |
[καὶ γ]ᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τἆλλα τίμια πάντα, ὅσα | |
καὶ τοῖς ἄ[λλοις προξέ]νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει, | |
καλέσαι δέ αὐτὸν καὶ ἐν τὸ πρυτανεῖον ἐπὶ [τὰν] κοινὰν | |
ἑστίαν, ἀναγράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἐν τωι ἐπι- | |
10 | φανεστάτωι τόπωι [τοῦ ἱ]εροῦ, γράψαι δὲ καὶ ποτὶ τοὺς τῶν |
Σαρδιανῶν ἄρχοντας καὶ τὸν δᾶμον καὶ ἀποστεῖλαι [ποτὶ] | |
[τούτους] ἀντίγραφον, ὅπως πύθωντ<α>ι [πάν]τ[ες] — — — |