[ ] Phokis — Delphi — 200-150 BC
1 [ἀγαθᾶι τύχαι. δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι]
[τελείωι σὺμ ψά]φοις ταῖς ἐν[νόμοις ἐπαινέ]σαι [τονδεῖνα Σαρ]-
[διανὸν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς] πόλιος
[προ]ξε[νίαν, προ]μαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν-
5 [TWN], PROEDRI/AN [E)M PA=SI TOI=S A)GW/NOIS OI(=S A(] PO/LIS TI/QHTI,
[καὶ γ]ᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τἆλλα τίμια πάντα, ὅσα
καὶ τοῖς ἄ[λλοις προξέ]νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει,
καλέσαι δέ αὐτὸν καὶ ἐν τὸ πρυτανεῖον ἐπὶ [τὰν] κοινὰν
ἑστίαν, ἀναγράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἐν τωι ἐπι-
10 φανεστάτωι τόπωι [τοῦ ἱ]εροῦ, γράψαι δὲ καὶ ποτὶ τοὺς τῶν
Σαρδιανῶν ἄρχοντας καὶ τὸν δᾶμον καὶ ἀποστεῖλαι [ποτὶ]
[τούτους] ἀντίγραφον, ὅπως πύθωντ<α>ι [πάν]τ[ες] — — —
Search Help
Contact Us