[ ]
Phokis — Delphi — 200-150 BC
| 1 | [ἀγαθᾶι τύχαι. δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι] |
| [τελείωι σὺμ ψά]φοις ταῖς ἐν[νόμοις ἐπαινέ]σαι [τονδεῖνα Σαρ]- | |
| [διανὸν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς] πόλιος | |
| [προ]ξε[νίαν, προ]μαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν- | |
| 5 | [των], προεδρίαν [ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ] πόλις τίθητι, |
| [καὶ γ]ᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τἆλλα τίμια πάντα, ὅσα | |
| καὶ τοῖς ἄ[λλοις προξέ]νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει, | |
| καλέσαι δέ αὐτὸν καὶ ἐν τὸ πρυτανεῖον ἐπὶ [τὰν] κοινὰν | |
| ἑστίαν, ἀναγράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἐν τωι ἐπι- | |
| 10 | φανεστάτωι τόπωι [τοῦ ἱ]εροῦ, γράψαι δὲ καὶ ποτὶ τοὺς τῶν |
| Σαρδιανῶν ἄρχοντας καὶ τὸν δᾶμον καὶ ἀποστεῖλαι [ποτὶ] | |
| [τούτους] ἀντίγραφον, ὅπως πύθωντ<α>ι [πάν]τ[ες] — — — |