[ ]
Phokis — Delphi — 240-200 BC
| 1 | θεός. τύχη. |
| ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγοράι τελείωι σὺν ψάφοις ταῖς | |
| ἐννόμοις· ἐπειδὴ Στασικράτης Ὀνησικράτους Πάφιος διατελεῖ τά τε πο- | |
| τὶ τὸν θεὸν καὶ τὸ ἱερὸν εὐσεβέων καὶ τᾶι πόλει κοινᾶι καὶ τοῖς ἐντυγχα- | |
| 5 | νόντοις ἀεὶ καθ’ ἱδίαν Δελφῶν φιλανθρώπως χρείμενος, ἀναγράψαι Στασικράτη |
| καὶ αὐτὸν καὶ ἐκγόνου[ς εὐε]ργέτας τᾶς πόλιος καὶ πρόξενον, ὑπάρχειν δὲ αὐ- | |
| τῶι καὶ τοῖς ἐκγόνοις προμαντείαν, προδικίαν, ἀτέλειαν, προεδρίαν | |
| ἐν τοῖς ἀγώνοις, ἀσυλίαν, ἀσφάλειαν καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τοῖς | |
| ἄλλοῖς εὐεργέταις τᾶς πόλιος· ἄρχοντος Καλλείδα, βουλευόντων | |
| 10 | Βούλωνος, Ἀρισταγόρα, Ἐκεφύλου, Λυσιμάχου, Ἀριστοβούλου. |