[ ] Phokis — Delphi — 167 BC
1 ἄρχοντος Ξενέα, βουλευόντων τὰμ πρώταν ἑξάμηνον
Ἀριστοκράτεος, Ἀρχία, Δα[μο]φάνεος, Δελφοὶ ἔδωκαν Νικοστράτωι
Σωτικοῦ Ἀνκωνίται αὐτῶι καὶ ἐκγόνοις προξενίαν προμαντείαν,
προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλ-
5 λα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλι-
ος· εἶμεν δέ αὐτὸν καὶ θεωροδόκον τῶ[ν] Πυθίων καὶ Σωτηρίων.
Search Help
Contact Us