[ ]
Phokis — Delphi — 168 BC
1 | ἄρχοντος Κλέωνος, βουλευόντων τὰν πρώταν ἑξάμηνον Καλλία, |
Ἥρυος, Πασίωνος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί<ω>ι· | |
Ἀγάθαρχον Μένωνος Ταυρομενίταν πρόξενον εἶμεν τᾶς πόλιος | |
αὐτὸν καὶ ἐκγόνους καὶ ὑπάρχειν αὐτῶι προμαντείαν, προδικίαν, | |
5 | ἀσυλίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις |
οἷς ἁ πόλις τίθητι. |