[ ] Phokis — Delphi — 220-200 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Ἡρακλείδηι Λύκωνος, Δημητρίωι Ἡρακλείδου,
Ἡρακλείδηι Ἡρακλείδου, Σωσικλεῖ Σωσίου Συρακοσίοις, Μαντί-
αι Πρωτογένου Ἀρκάδι, Δεξιλάωι Μενέφρονος Ἐφεσίωι, Ἀράτωι
5 Σωσίππου Κνιδίωι αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προ-
εδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ γᾶς καὶ οἰκίας ἔμπα-
σιν καὶ τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις·
ἄρχοντος Φαίνιος, βουλευόντων Ἐχεκρατίδα, Εὐκλεῦς, Εὐθυδί-
κου, Κράτωνος, Κλέωνος.
Search Help
Contact Us