[ ]
Phokis — Delphi — 240 or 239 BC
1 | θεοί. |
ἁ πόλις τῶν Δελφῶν ἔδωκε Τεισιμάχωι Λεοντίου ἀτέλειαν πάν- | |
των ὡς καὶ τοῖς ἄλλοις πολίταις καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ γᾶς καὶ | |
οἰκίας ἔμπασιν, ἀντὶ δὲ τοῦ χειροτεχνίου τὸ προσκάνιον ἱστάτω | |
5 | Ἡρακλείοις· ἄρχοντος Καλλικλεῦς, βουλευόντων Δαμαίου, Εὐρυ- |
μήδευς, Ξενοδάμου Στράτωνος, Κράτωνος. |