SGDI II 2600
[ ] Phokis — Delphi — 240-200 BC
1 Δελφοὶ ἀνενεώσαντο τὰν πάτριον προξενίαν καὶ
θεαροδοκίαν Τελεσίαι Στράτωνος Οἰσυμαίωι καὶ ἔδω-
καν αὐτῶι καὶ ἐκγόνοις προξενίαν, θεαροδοκίαν
εὐεργέται ἐόντι, προμαντείαν, προεδρίαν, προδι-
5 κίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ
τοῖς ἄλλοις προξένοις· ἄρχοντος Νικοδάμου, βουλευ-
όντων Ἀμύντα, Κλεοτίμου, Ἐτυμώνδα, Ἀμύντα, [․․․․ου].
Search Help
Contact Us