[ ] Phokis — Delphi — 238 or 237 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Νικάνδρωι Νικάνδρου
Σκαρφεῖ αὐτῶι καὶ ἐκγόνοις προξενίαν,
προμαντείαν, προεδρίαν, προδικίαν,
5 ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα
ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις· ἄρχοντος Εὐκλέος, βουλευ-
όντων Ξενοδόκου, Θρασυμάχου,
Ἀρισταγόρα.
Search Help
Contact Us