[ ] Phokis — Delphi — 226 BC
1 θεοί.
ἐπὶ Καλλία ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούν-
των Αἰτωλῶν Λύκου, Ἀλέξωνος, Ἀνδροσθενίδα, Ἀντάν-
δρου, Τεισάρχου, Ἐξακέστου, Δεινύλου, Δαμοκράτεος, Ἀξιόχου,
5 Ἀμυνάνδρου, Ἀριστομάχου, Ὀρθαγόρα, Λυκέα, Σωτύλου,
Δελφῶν Νικία, Ὀρέστα, Βοιωτῶν Ἀλκινόου, Πτωιοκλέους,
Χίου Διδυμάρχου, ἔδοξε τοῖς ἱερομνάμοσιν, Ἑρμίαι Χαριξέ-
νου οἰκοῦντι ἐν Δελφοῖς ἀσφάλειαν καὶ προδικίαν εἶναι
καὶ ἀτέλειαν τῶν τε ἄλλων πάντων καὶ τᾶν χοραγιᾶν
10 ἇν τοὶ Δελφοὶ ἄγοντι, αὐτῶι καὶ ἐκγόνοις, ἐπεὶ χρείας
παρεχόμενος διατελεῖ τοῖς ἱερομνάμοσιν ἔν τε Πυ-
λαίαι καὶ ἐν Δελφοῖς ἀνεγκλήτως. εἰ δέ τίς κα αὐ-
τοὺς ἀδικῆι ἢ πράσσηι τι παρὰ τὸ δόγμα, τοὺς ἱερομ-
νάμονας τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν
15 ὑπὲρ αὐτῶν ποεῖσθαι καὶ μὴ ἐπιτρέπειν καὶ καταδικά-
ζοντας καὶ πράσσοντας κυρίους εἶμεν κατὰ τῶν πρα-
σσόντων αὐτούς.
Search Help
Contact Us