[ ]
Phokis — Delphi — 226 BC
1 | θεοί. |
ἐπὶ Καλλία ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούν- | |
των Αἰτωλῶν Λύκου, Ἀλέξωνος, Ἀνδροσθενίδα, Ἀντάν- | |
δρου, Τεισάρχου, Ἐξακέστου, Δεινύλου, Δαμοκράτεος, Ἀξιόχου, | |
5 | Ἀμυνάνδρου, Ἀριστομάχου, Ὀρθαγόρα, Λυκέα, Σωτύλου, |
Δελφῶν Νικία, Ὀρέστα, Βοιωτῶν Ἀλκινόου, Πτωιοκλέους, | |
Χίου Διδυμάρχου, ἔδοξε τοῖς ἱερομνάμοσιν, Ἑρμίαι Χαριξέ- | |
νου οἰκοῦντι ἐν Δελφοῖς ἀσφάλειαν καὶ προδικίαν εἶναι | |
καὶ ἀτέλειαν τῶν τε ἄλλων πάντων καὶ τᾶν χοραγιᾶν | |
10 | ἇν τοὶ Δελφοὶ ἄγοντι, αὐτῶι καὶ ἐκγόνοις, ἐπεὶ χρείας |
παρεχόμενος διατελεῖ τοῖς ἱερομνάμοσιν ἔν τε Πυ- | |
λαίαι καὶ ἐν Δελφοῖς ἀνεγκλήτως. εἰ δέ τίς κα αὐ- | |
τοὺς ἀδικῆι ἢ πράσσηι τι παρὰ τὸ δόγμα, τοὺς ἱερομ- | |
νάμονας τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν | |
15 | ὑπὲρ αὐτῶν ποεῖσθαι καὶ μὴ ἐπιτρέπειν καὶ καταδικά- |
ζοντας καὶ πράσσοντας κυρίους εἶμεν κατὰ τῶν πρα- | |
σσόντων αὐτούς. |