[ ]
Phokis — Delphi — 277 BC
1 | θ[ε]οί. |
ἐκ τοῦ Μητρώιου· #⁵⁶#⁵⁶ ἐπὶ Ἱέ[ρ]ωνος ἄρχον- | |
τος ἐν Δελφοῖς, πυλαίας ἐ[α]ρινᾶς, ἱερομνα- | |
μονούντων Θεσσαλῶν Ἱπ[π]οδά[μα], Λέοντος, Α[ἰ]- | |
5 | τωλῶν Λυκέα, Δωριμάχου, [Β]οιωτ[ῶν Ἀ]σώπωνο[ς], |
Διονυσίδου, [Φω]κέω[ν Χαι]ρέα, Χ[αρία·] #⁵⁶ ἔδοξε | |
τοῖς Ἀμφικτ[ίοσιν καὶ τοῖ]ς ἱερομν[άμοσ]ιν κα[ὶ] | |
τοῖς ἀγορα[τροις ․․․․․․․․․․]ς παντ[ως παντ[․․․․․, ὡς ἀσυ]- | |
λία καὶ ἀτέ[λεια τοῖς τεχνίτα]ις τ[οῖς ἐν Ἀθήναις ἦι] | |
10 | καὶ μὴ ἦι ἀ[γ]ώγι[μος ὁ τεχνίτας μηδενὶ μήτε πολέ]- |
μου μήτε εἰρήνης μήτε [αὐτὸς μήτε τὰ αὐτοῦ, ἀλλ’ ἦι] | |
αὐτοῖς ἀτέλεια καὶ ἀσφάλε[ια ἡ καὶ πρότερον συγ]- | |
κεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλ[ήνων κυρία, εἶμεν] | |
δὲ τοὺς τεχνίτας ἀτελεῖς στρατεί[ας καὶ πεζᾶς] | |
15 | καὶ ναυτικᾶς, ὅπως τοῖς θεοῖς αἱ τιμ[αὶ ἅπασαι, ἐ]- |
φ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται, συντ[ελῶνται ἐν] | |
τοῖς καθήκουσιν χρόνοις ὄντων αὐτῶ[ν ἀπολυπρα]- | |
[γ]μονήτων καὶ ἱερῶν πρὸς ταῖς τῶν θεῶν [λειτουργί]- | |
αις· μὴ ἐξέστω δὲ μηδενὶ ἄγειν τὸν τ[εχνίταν μήτε] | |
20 | πολέμου μήτε εἰρήνας μηδὲ συλᾶν, [πλὴν ἐὰν χρέ]- |
ος ἔχων πόλει ἦι ὑπόχρεως καὶ ἐὰν ἰδ[ίαι ἦι ἰδιώτ]- | |
ου ὑπόχρεος ὁ τεχνίτας. #⁵⁶ ἐὰν δέ τι[ς παρὰ ταῦτα ἄγ]- | |
ηι, ὑπόδικος ἔστω ἐν Ἀμφικτίοσιν [καὶ αὐτὸς καὶ ἁ πό]- | |
λις, ἐν ἇι ἂν τὸ ἀδίκημα κατὰ τοῦ τ[εχνίτου συντελεσ]- | |
25 | θῆι· εἶμεν δὲ τὰν ἀτέλειαν καὶ τὰ[ν ἀσφάλειαν τὰν] |
δεδομέναν ὑπὸ Ἀμφικτιόνων τ[οῖς ἐν Ἀθήναις τε]- | |
χνίταις εἰς τὸν ἀεὶ χρόνον οὖσι[ν ἀπολυπραγμονή]- | |
τοις. #⁵⁶ τοὺς δὲ γραμματεῖς ἀνα[γράψαι τὸ δόγμα τόδε] | |
εἰστήλαν λιθίναν καὶ στῆσαι ἐν [τῶι ἱερῶι· πέμψαι] | |
30 | δὲ καὶ ποτὶ Ἀθηναίους τοῦ δόγμα[τ]ο[ς τοῦδε ἀντίγρα]- |
φον, ἐσφραγισμένον, ἵνα εἰδῶντι ο[ἱ Ἀθηναῖοι, ὅτι οἱ] | |
Ἀμφικτίονες πλείσταν ἔχοντι πρόν[οιαν τῆς αὑτῶν] | |
πρὸς τοὺς θεοὺς εὐσεβείας καὶ κατα[κολουθοῦσιν] | |
τοῖς παρακαλουμένοις ὑπὸ τῶν τεχν[ιτῶν, προαιροῦν]- | |
35 | ται δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλάσ[σειν εἰς τὸν ἅ]- |
παντα χρόνον καὶ ἄλλο, ὅ τι ἂν ἔχωντι [ἀγαθὸν πράσ]- | |
σειν ὑπὲρ τῶν περὶ τὸν Διόνυσον τ[εχνιτῶν. πρέσ]- | |
βεις· Ἀστυδάμας ποιητὴς τραγωι[δίας, ․․8-10․․․]- | |
μος τραγωιδός. |