[ ] Phokis — Delphi — 1-50 AD
1 ἄρχοντος Τιμολέωνος τοῦ Ἐμμενίδα μηνὸς Θεοξενίου, βουλευόντων
Νικάνορος τοῦ Λυσιμάχου, Ἀθάμβου τοῦ Πολυτιμίδα, Φίλων Στράτωνος
ἀπέδοτο ἐπ’ ἐλευθερία τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσια οἰκογενῆ τρία
οἷς ὀνόματα Ἑλένα, Ἀλεξάνδρα, Ἀρχώ, τιμᾶς ἐν ἑνὶ ἀργυρίου μνᾶν δέκα,
5 καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσαν ἐπ’ ἐλευθερία τὰν ὠνὰν τῶι θε-
ῶ, ἐφ’ ὧτε ἐλεύθερα εἶμεν καὶ ἀνέφαπτα ἀπὸ πάντων τὸν πάντα χρόνον, μηθενὶ
μηθὲν ποθήκοντα κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφάπτοιτο Ἑλένας ἢ Ἀλεξάν-
δρας ἢ Ἀρχοῦς ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι καὶ τοῖς πεπιστε[υ]-
κότοις τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ καὶ ἄλλος ὁ παρατυχὼν ἐν ἐλε[υ]-
10 θερίαν ἀφαιρείμενος ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζ[α]μίας. βεβαι-
ωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Λυσίμαχος Νικάνορος. τὰν ὠνὰν φυλάσσει Νικά-
νωρ Λυσιμάχου. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πολέμαρχος Δάμωνος, Φίλων
[Σ]τρατάγου καὶ τῶν πολιτᾶν Νικάνωρ Λυσιμάχου, Ἄθαμβος Πολυτιμίδα, Ἐπίνικος Νικο-
[σ]τρατου, Λέων Ξενοφάντου, Εὐκλῆς Ἀρχωνος, Σέλευκος Βαβύλου.
Search Help
Contact Us