[ ]
Phokis — Delphi — 1-50 AD
1 | ἄρχοντος Τιμολέωνος τοῦ Ἐμμενίδα μηνὸς Θεοξενίου, βουλευόντων |
Νικάνορος τοῦ Λυσιμάχου, Ἀθάμβου τοῦ Πολυτιμίδα, Φίλων Στράτωνος | |
ἀπέδοτο ἐπ’ ἐλευθερία τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσια οἰκογενῆ τρία | |
οἷς ὀνόματα Ἑλένα, Ἀλεξάνδρα, Ἀρχώ, τιμᾶς ἐν ἑνὶ ἀργυρίου μνᾶν δέκα, | |
5 | καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσαν ἐπ’ ἐλευθερία τὰν ὠνὰν τῶι θε- |
ῶ, ἐφ’ ὧτε ἐλεύθερα εἶμεν καὶ ἀνέφαπτα ἀπὸ πάντων τὸν πάντα χρόνον, μηθενὶ | |
μηθὲν ποθήκοντα κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφάπτοιτο Ἑλένας ἢ Ἀλεξάν- | |
δρας ἢ Ἀρχοῦς ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι καὶ τοῖς πεπιστε[υ]- | |
κότοις τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ καὶ ἄλλος ὁ παρατυχὼν ἐν ἐλε[υ]- | |
10 | θερίαν ἀφαιρείμενος ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζ[α]μίας. βεβαι- |
ωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Λυσίμαχος Νικάνορος. τὰν ὠνὰν φυλάσσει Νικά- | |
νωρ Λυσιμάχου. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πολέμαρχος Δάμωνος, Φίλων | |
[Σ]τρατάγου καὶ τῶν πολιτᾶν Νικάνωρ Λυσιμάχου, Ἄθαμβος Πολυτιμίδα, Ἐπίνικος Νικο- | |
[σ]τρατου, Λέων Ξενοφάντου, Εὐκλῆς Ἀρχωνος, Σέλευκος Βαβύλου. |