[ ] Phokis — Delphi — 50 BC — CIG 1709b
1 [ἄρχοντος τουδεῖνα μηνὸς τουδεῖνα], βουλευόντων Στράτωνος, Φιλονεί[κου, — —]
[— — —], ἀπέδοτο Χρύσιππος Δαμάρτῶι Σ[— — — τῶι Ἀπόλλωνι]
[τῶι Πυθίωι σῶ]μα ἀνδρεῖον οἰκογενὲς ὧι ὄνομα Λ{ι}υσ[ίμαχος] {²⁶Λυσίμαχος}²⁶,
[συνευδοκεόντων αὐ]τῶ Ἀριστοῦς τε τᾶς Ἁγίωνος καὶ τῶν ὑῶν αὐτᾶς Ἁγίων-
5 [ος, Ταραντίνου], Πύρρου καὶ τᾶς <θ>υγατρὸς Χρυσίππου Νεικοστράτα-
[ς καὶ τοῦ ἀν]δρος αὐτᾶς Καλ<λικλ>έ<ο>ς, τειμᾶς ἀργυρίου μνᾶν
[— — — — —, καὶ τὰν τειμὰν] ἀπέχει πᾶσαν, καθ<ὼ>ς ἐπίστευσε τῶι θεῶι τὰν ὠ-
[νὰν Λυσί]μαχος, ἐφ’ ὧτε ἐλεύθερον εἶμεν Λυσίμαχον καὶ ἀν-
[έφαπτον ἀ]πὸ πάντων. β<ε>β<ε>αιωτῆρες κατὰ τοὺς νόμους τᾶς πό-
10 [λιος· Ἐράτων] Κλέωνος, Ἡράκων Σωτύ<λ>ου. εἰ δέ τις ἐφά<π>τοιτο Λυσιμ-
[άχου ἐπὶ κατα]δουλισμ<ῶ>ι, β<έ>β<α>ιον παρεχόντ<ω> <τ>ῶι <θεῶ>ι τὰν ὠνὰν ὅ
[τε ἀποδόμενος καὶ οἱ βε]<βαι>ωτῆ<ρ>ες, κα<ὶ> ὁμοίως ὁ παρα<τ>υχὼν <κ>ύριος ἔ<σ>-
[τω συλέων Λυσίμαχον] ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπό<δ>ικος πάσα-
[ς δίκας καὶ ζαμίας]. φ<υ>λασσέτω δέ Λυσιμαχος τ<ὸ> Χρυσίππου <θρ>έμμα Λα-
15 [— — —λα]<β>ὼν δωρεάμ. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος [Λ]αι[ά]-
[δας, Ἐμμενίδας {²⁷Νικόστρατος?}²⁷] κα<ὶ> Ε<ὐ>άγγελος, Ξενόκριτος Μνασιδάμου, Μέντ<ω>ρ.
Search Help
Contact Us