[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα μηνὸς Θεοξενίου, |
| ἀπέδοτο Πασίων Κλέωνος καὶ Ἀναξὶς Πολυκράτεος | |
| τῶι θεῶι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθέ- | |
| νιον, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, | |
| 5 | καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ |
| τὸν νόμον τᾶς πόλιος· Πολύξενος Ὀξύ- | |
| λου. καθὼς ἐπίστευσε τῶι θεῶι Παρθένιον | |
| τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶ%⁸⁰μεν καὶ | |
| ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦσα ὅ κα θέλη. | |
| 10 | εἰ δέ τις ἐφάπτοιτο Παρθενίου ἐπὶ καταδου- |
| λισμῶι, ἐξουσία δὲ ἔστω συλέοντι τῶι | |
| παρατυχόντι ἀζαμίωι ὄντι καὶ ἀνυποδί- | |
| κωι πάσας δίκας καὶ ζαμίας. ὁ δὲ βεβαιωτὴρ βέ- | |
| βαιον παρεχέτω τῶι θεῶι τὰν ὠνάν. μάρ- | |
| 15 | τυροι· οἱ ἱερεῖς Ἀνδρόνικος, Πραξίας· Αἰακίδας Φιλαιτώ- |
| λου, Εὐκλείδας Καλλείδα, Καλλείδας Εὐκλείδα, | |
| Πολύξενος Ὀξύλου, Δαμόφαντος Δαμοκράτεος, | |
| Σωκράτης Ἀντάλλου, Ἵππων Ἀθανίωνος, Κλε- | |
| όδαμος Πολυκράτεος. |