[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Θεοξενίου,
ἀπέδοτο Πασίων Κλέωνος καὶ Ἀναξὶς Πολυκράτεος
τῶι θεῶι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθέ-
νιον, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων,
5 καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ
τὸν νόμον τᾶς πόλιος· Πολύξενος Ὀξύ-
λου. καθὼς ἐπίστευσε τῶι θεῶι Παρθένιον
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶ%⁸⁰μεν καὶ
ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦσα ὅ κα θέλη.
10 εἰ δέ τις ἐφάπτοιτο Παρθενίου ἐπὶ καταδου-
λισμῶι, ἐξουσία δὲ ἔστω συλέοντι τῶι
παρατυχόντι ἀζαμίωι ὄντι καὶ ἀνυποδί-
κωι πάσας δίκας καὶ ζαμίας. ὁ δὲ βεβαιωτὴρ βέ-
βαιον παρεχέτω τῶι θεῶι τὰν ὠνάν. μάρ-
15 τυροι· οἱ ἱερεῖς Ἀνδρόνικος, Πραξίας· Αἰακίδας Φιλαιτώ-
λου, Εὐκλείδας Καλλείδα, Καλλείδας Εὐκλείδα,
Πολύξενος Ὀξύλου, Δαμόφαντος Δαμοκράτεος,
Σωκράτης Ἀντάλλου, Ἵππων Ἀθανίωνος, Κλε-
όδαμος Πολυκράτεος.
Search Help
Contact Us