[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Ἀρχία μηνὸς Δαιδαφορίου, ἀπέδοτο Εὐαγό- |
| ρας Ἁβρομάχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- | |
| ον ὧι ὄνομα Ἀσκλαπιάδας τὸ γένος Σύρον, τιμᾶς ἀρ- | |
| γυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν· βεβαιωτὴρ | |
| 5 | κατὰ τὸν νόμον τᾶς πόλιος· Μαντία%⁸⁰ς Κλεοδάμου· |
| ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Ἀσκλαπιά%⁸⁰δαν καὶ ἀνέφα- | |
| πτον ἀπὸ πάντων, καθὼς ἐπίστε%⁸⁰υσε Ἀσκλαπιά- | |
| δας τῶι θεῶι τὰν ὠνάν, καὶ εἴ τις ἐφάπτοιτο Ἀσκλαπι- | |
| άδα ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν | |
| 10 | συλέων ὡς ἐλεύθερον ἀζάμιος ὢν καὶ ἀνυπόδι- |
| κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ τῶν ἀρ- | |
| χόντων Πεισίστρατος ἰδιῶται Εὐκλείδας, Ἄ- | |
| θαμβος Ἀγάθωνος, Ἄθαμβος Ἁβρομάχου, Κλέων | |
| 15 | Δαμοσθένεος, Μένης Δελφοί, Ἀριστοτέλης Νικάν- |
| δρου, Τρίτυλλος Φιλοκράτεος, Θεαρίων Ἀριστοτέ- | |
| λεος, Ἀρίστων Ἀλέξωνος Τροιζάνιοι. ἁ ὠνὰ παρὰ | |
| Μένητα. |