[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Ἀρχία μηνὸς Δαιδαφορίου, ἀπέδοτο Εὐαγό-
ρας Ἁβρομάχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ον ὧι ὄνομα Ἀσκλαπιάδας τὸ γένος Σύρον, τιμᾶς ἀρ-
γυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν· βεβαιωτὴρ
5 κατὰ τὸν νόμον τᾶς πόλιος· Μαντία%⁸⁰ς Κλεοδάμου·
ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Ἀσκλαπιά%⁸⁰δαν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων, καθὼς ἐπίστε%⁸⁰υσε Ἀσκλαπιά-
δας τῶι θεῶι τὰν ὠνάν, καὶ εἴ τις ἐφάπτοιτο Ἀσκλαπι-
άδα ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν
10 συλέων ὡς ἐλεύθερον ἀζάμιος ὢν καὶ ἀνυπόδι-
κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ τῶν ἀρ-
χόντων Πεισίστρατος ἰδιῶται Εὐκλείδας, Ἄ-
θαμβος Ἀγάθωνος, Ἄθαμβος Ἁβρομάχου, Κλέων
15 Δαμοσθένεος, Μένης Δελφοί, Ἀριστοτέλης Νικάν-
δρου, Τρίτυλλος Φιλοκράτεος, Θεαρίων Ἀριστοτέ-
LEOS, *)ARI/STWN *)ALE/CWNOS *TROIZA/NIOI. A( W)NA\ PARA\
Μένητα.
Search Help
Contact Us