[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Θρασυκλέος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Φιλόξενος Ἀπέλλεος, συνεπαινέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Φιλο-
ξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, ἓμ μὲν γυναικεῖ-
ον ἇι ὄνομα Προστατῆρις τὸ γένος ἐκ Κορωνείας, τὸ δ%⁸⁰ὲ ἄλλο
5 ἀνδρεῖον ὧι ὄνομα Ἀπέλλης, τιμᾶς ἀργυρίου μνᾶν
πέντε, καθὼς ἐπίστευσαν Προστατῆρις καὶ Ἀπέλ-
λης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶ-
μεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα
χρόνον. βεβαιωτῆρες· Ἵππων Ἀθανίωνος καὶ Ἐμμενίδας
10 Καλλία, κατὰ τοὺς νόμους τᾶς πόλιος. εἰ δὲ τίς κα ἐφάπτη-
ται Προστατήριος ἢ Ἀπέλλεος ἐπὶ καταδουλισμῶι, βέβαι-
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Φιλό-
ξενος καὶ ὁ υἱὸς αὐτοῦ Φιλόξενος καὶ οἱ βεβαιωτῆρες Ἵππων
καὶ Ἐμμενίδας κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρα-
15 τυγχάνοντες τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες ὡς ἐλευ-
θέρους ὄντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
τοὶ συλέοντες πάσας δίκας καὶ ζαμίας.
παραμεινάτω δὲ Προστατῆρις καὶ Ἀπέλλης παρὰ Φιλόξε-
νον ἄχρι ζώη Φιλόξενος ποιέοντες τὸ ποτιτασσόμενον
20 πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ κα μὴ παραμένωντι ἢ μὴ ποι-
E/WNTI TO\ POTITASSO/MENON, KU/RIOS E)/STW *FILO/CENOS H)\ A)/LLOS
ὑπὲρ Φιλόξενον, ὅν κα Φιλόξενος κελεύη, κολαζομένοι[ς]
τρόπωι ὧι κα θέλωντι κολάζεσθαι ἀζαμίοις ὄντοις καὶ
ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας, πλὰν μὴ ἀποδό{υ}-
25 σθαι. μάρτυρες· τοὶ <ἱ>ερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρό-
νικος Πραξίας καὶ τοὶ ἄρχοντες Τίμων, Δαμόστρα-
τος, ἰδιῶται Κλεύδικος Δωρόθεος, Εὐκλείδας, Θευ-
γένης, Μένης, Μαντίας, Εὐάγγελος.
Search Help
Contact Us