[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ἡρακλείδα μηνὸς Δαιδαφορίου, ἀπέδοτο Καλλὼ Ἀρίστωνος, συνευδοκεόντων καὶ τῶν υἱῶν |
Ἀριστωνύμου καὶ Ἀρίστωνος τῶν Ἀριστω[νύμ]ου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδιον | |
ἇι ὄνομα Ἐπίκτησις τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δύο στατήρων δεκαεπτὰ δραχμᾶς, | |
καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· Ἀθανίων Ἀρίστωνος· ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Ἐπίκτησιν | |
5 | τὸν πάντα χρόνον καὶ ἀποτρέχουσαν οἷς κα θέλῃ καὶ <ποιοῦσαν ἅ> κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο |
ἐπὶ καταδουλισμῶι Ἐπικτήσιος, βέβαιον παρεχέτω τὰν ὠνὰν ἅ τε ἀποδομένα Καλλὼ | |
καὶ ὁ βεβαιωτὴρ τῶι θεῶι. εἰ δὲ μὴ παρέχοιεν βέβαιον, πράκτιμοι ἐόντωσαν οἵ τε ἀποδόμενοι καὶ ὁ βε- | |
βαιωτὴρ [παν]τὶ ἀργυρίου μνᾶς δεκαπέντε τ[ῶι θ]έλοντι, καὶ ὁμοίως Ἐπίκτησις ἐλευθέρα ἔστω. | |
ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐόντω συλέοντες Ἐπίκτησιν ἐπ’ ἐλευθερίαι κατὰ τὸν νό- | |
10 | μον ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι συλέοντες πάσας δίκας καὶ ζαμίας. |
μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος καὶ οἱ ἄρχοντες Νικάτας Ἀλκίνου, Σώστρατος Σω- | |
[τύλ]ου, Καλλίας Δίωνος, ἰδιῶται δὲ Πολίτα[ς Ἀσ]άνδρου, Ξενόκριτος, Δάμων Διονυσίου, Ὀρθαῖος, | |
Φίλων ․ο․σίππου {²⁷[Ἐρα]σίππου?}²⁷, Ξ[ε]νόκριτος [Σ]τησιμένεος. τὰν [γ]ραφὰν φυλάσσει Ξενόκριτος. |