SGDI II 2287
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἡρακλείδα μηνὸς Δαιδαφορίου, ἀπέδοτο Καλλὼ Ἀρίστωνος, συνευδοκεόντων καὶ τῶν υἱῶν
Ἀριστωνύμου καὶ Ἀρίστωνος τῶν Ἀριστω[νύμ]ου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδιον
ἇι ὄνομα Ἐπίκτησις τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δύο στατήρων δεκαεπτὰ δραχμᾶς,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· Ἀθανίων Ἀρίστωνος· ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Ἐπίκτησιν
5 τὸν πάντα χρόνον καὶ ἀποτρέχουσαν οἷς κα θέλῃ καὶ <ποιοῦσαν ἅ> κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο
ἐπὶ καταδουλισμῶι Ἐπικτήσιος, βέβαιον παρεχέτω τὰν ὠνὰν ἅ τε ἀποδομένα Καλλὼ
καὶ ὁ βεβαιωτὴρ τῶι θεῶι. εἰ δὲ μὴ παρέχοιεν βέβαιον, πράκτιμοι ἐόντωσαν οἵ τε ἀποδόμενοι καὶ ὁ βε-
βαιωτὴρ [παν]τὶ ἀργυρίου μνᾶς δεκαπέντε τ[ῶι θ]έλοντι, καὶ ὁμοίως Ἐπίκτησις ἐλευθέρα ἔστω.
ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐόντω συλέοντες Ἐπίκτησιν ἐπ’ ἐλευθερίαι κατὰ τὸν νό-
10 μον ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι συλέοντες πάσας δίκας καὶ ζαμίας.
μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος καὶ οἱ ἄρχοντες Νικάτας Ἀλκίνου, Σώστρατος Σω-
[τύλ]ου, Καλλίας Δίωνος, ἰδιῶται δὲ Πολίτα[ς Ἀσ]άνδρου, Ξενόκριτος, Δάμων Διονυσίου, Ὀρθαῖος,
Φίλων ․ο․σίππου {²⁷[Ἐρα]σίππου?}²⁷, Ξ[ε]νόκριτος [Σ]τησιμένεος. τὰν [γ]ραφὰν φυλάσσει Ξενόκριτος.
Search Help
Contact Us