[ ] Phokis — Delphi — 150-140 BC
1 στραταγέοντος τῶν Φωκέων Μνασικράτεος μηνὸς πρώ-
του, ἐν δὲ Δελφοῖς ἄρχοντος Θρασυκλέος μηνὸς Ἡραίου, ἀπέ-
δοντο Ξενοκράτης Εὐξιθέου καὶ Ἀρχὼ Ἀρχιδάμου Χαραδραῖ-
οι τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Καλλι-
5 όπα τὸ γένος οἰκογενῆ {ι}, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων,
καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους·
Πολυκράτης Πολυξένου Χαραδραῖος. καθὼς ἐπίστευσε Καλ-
λιόπα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα-
πτος ἀπὸ πάντων τὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο Καλλιό-
10 πας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέων ἐπ’ ἐλευθε-
ρίαι ὁ παρατυγχάνων ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δί-
κας καὶ ζαμίας καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τῶι θεῶι τὰν ὠνάν.
μάρτυροι· τῶν ἱερέων Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Δαμό-
στρατος, Τίμων, Ἀριστόβουλος καὶ ἰδιῶται Δρομοκλείδας,
15 Μένης, Εὐκλείδας Καλλείδα, Σώστρατος, Ἑρμαῖος, Ὀρθαῖος
Κλεάνδρου.
Search Help
Contact Us