[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Κλεοξενίδα μηνὸς Θεοξενίου, βουλευόντων |
Καλλιστράτου <τοῦ> Αἰακίδα, Πεισιστράτου τοῦ Βούλωνος, Πολυ- | |
<τι>μίδα τοῦ Μελισίωνος, Κλέωνος τοῦ Ἄρχωνος, ἐπὶ τοῖσδε ἀπέδοντο Μίκυθος καὶ Ἀριστίων οἱ Θεαγένεος, συνευαρεστ[εούσας τᾶς πα]- | |
[τρώ]νας αὐτῶν Ἀρχεμόρας, ἐπ’ ἐλευθερία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον οἰκογενὲς ὧ ὄνομα Εὔτυχος, τιμᾶς ἀργυρίου μν[ᾶν — — —, καὶ] | |
5 | [τὰν τιμὰ]ν [ἔχ]οντ[ι πᾶσ]αν. βεβαιωτὴρ καττοὺς νόμους τᾶς πόλιος· Καλ<λ>ίστρατος Αἰακίδα. καθὼς ἐπίστευσε Εὔτυχος τῶι θεῶι τὰν ὠν[άν, ἐφ’ ὧιτε ἐ]- |
[λεύθερος ε]ἶμεν κα[ὶ ἀνέφ]απτος ἀ[π]ὸ π[άν]τω[ν] τὸν πάντα β[ίον], ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων ἇ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο Ε[ὐτύχου] | |
[ἐπὶ καταδουλισμῶι, βέβαιον παρ]εχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Μίκ[υθος καὶ Ἀριστίων] | |
καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρ]ατυχὼν κύριος ἔστω συλέων Ε[ὔτυ]χον [ |