SGDI II 2281
[ ] Phokis — Delphi — 158 BC
1 ἄρχοντος Ἀμφιστράτου τοῦ Ἀμφ%⁸⁰ιστράτου μηνὸς Ἀπελλαίου, ἀπέδοτο Δικαιαγόρα Διοδώρου, συνεπευδοκέοντος τοῦ ἰδίου ἀνδρὸς
Ἄρχωνος, σῶμα γυναικεῖον ἇι ὄνομα Σῖμον τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου μ<ν>ᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε
τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον. εἰ δέ τις καταδουλίζοιτο Σῖ[μο]ν, κύριος ἔστω ὁ παρατυχὼν συλέ[ων] ὡς ἐλ[ευθέ]-
ραν ἀνυπόδικος ὢν καὶ ἀζάμιος πάσας δίκας — — — καὶ ζαμίας. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Εὐάγ[γ]ελος
5 Πάτρωνος. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Μ[ε]ν[ε]-
κράτης, Μένης, Ἀμφίστρατος, <Ἰ>α<τ>άδας, Ἁγίων Ἐκεφύλου.
Search Help
Contact Us