SGDI II 2279
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος ἐν Δελφοῖς Δεξώνδα τοῦ Δάμωνος μηνὸς Εἰλαίου, ἐν δὲ Καλλιπόλει ἄρχοντος Λα-
δίκου τοῦ Πλεισταίνου μηνὸς Ἱπποδρομίου, ἀπέδοτο Λόχαγος Ἀγήτα Καλλιπολίτας τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσὼ τὸ γένος Μακέταν, τιμᾶς ἀργυρίου μνᾶν
ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Ἄθαμβος Ἀθανίωνος Δελφός.
5 καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι Σωσώ, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Σωσὼ καὶ
ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχου[σα οἷς κα
θ]έλη. εἰ δέ τις ἐφάπτοιτο, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἐλευθέραν [ἐ]ο[ῦσαν, καὶ ὁ συ-
λ]άσας ἀζάμιος ἔστω καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἄρχων [Γενν]αῖος Ἡ-
ράκωνος· Εὐάγγελος Πάτρωνος, Νικίας Ἀριστ<ω>νύμου, Θεύδοτος Εἰραναίου, Θρασυκλῆς Πραξία,
10 Δρομοκλείδας καὶ οἱ ἱερεῖς Πραξίας, Ἀνδρόνικος Δελφοί· Τιμόξενος, Πέταλος, Φάλανθος
Πολύφρονος, Φυσκίων, Ἄγεμος, Λυκόφρων, Ἀριστόφυλος Λαδίκου Καλλιπολῖται, Λαιάδας
Ἀμφισσεύς. τὸ ἀντίγραφον φυλάσσει τᾶ[ς ὠ]νᾶς Γενναῖος Ἡράκωνος
Δελφός, Ἀρι[σ]τόφυλος Λαδίκου, Φάλανθος Πολύφρο-
νος Καλλιπολῖται.
Search Help
Contact Us