[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀρτεμί-
δωρος Ἀπολλωνίου καὶ Φιλίστα Φιλίστου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶματα
ἀνδρεῖα δύο οἷς ὀνύματα Ἡρακλέων, Φίλιστος, τιμᾶς ἀργυρίου μνᾶν δέκα,
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. καθὼς ἐπίστευσαν Ἡρακλέων, Φίλιστος τῶι Θε-
5 ῶι τὰν ὠνάν, ἐφ’ ὅτω ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν
πάντα χρόνον. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐκρ[ά]της Καλ-
λίκωνος, Δρομοκλείδας Ἁγίωνος, Δαμότιμος Ἀνδρονίκου. εἰ δέ τίς κα ἐφά-
πτηται Ἡρακλέωνος ἢ Φιλίστου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι
θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Ἀρτεμίδωρος καὶ Φιλίστα καὶ οἱ βεβαιωτῆ-
10 ρες Εὐκράτης, Δρομοκλείδας, Δαμότιμος κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως
δὲ καὶ οἱ παρατυγχάνοντες τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Ἡρακλέ-
ωνα καὶ Φίλιστον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι τοὶ
συλέοντες πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλων-
ος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἁγίων, Γενναῖος, Σώστρα-
15 τως καὶ ἰδιῶται Νικόμαχος, Μένης, Φήνων, Καλλικλῆς, Θευγένης,
Ξενόκριτος, [Κ]αλλι[κράτ]ης, Τιμόκριτος, Κλεύδαμος Πολυκράτεος, Κλεύ-
δαμος Μαντία, Πυῤῥίας Ἀρχελάου.
Search Help
Contact Us