[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀρτεμί- |
δωρος Ἀπολλωνίου καὶ Φιλίστα Φιλίστου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶματα | |
ἀνδρεῖα δύο οἷς ὀνύματα Ἡρακλέων, Φίλιστος, τιμᾶς ἀργυρίου μνᾶν δέκα, | |
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. καθὼς ἐπίστευσαν Ἡρακλέων, Φίλιστος τῶι Θε- | |
5 | ῶι τὰν ὠνάν, ἐφ’ ὅτω ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν |
πάντα χρόνον. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐκρ[ά]της Καλ- | |
λίκωνος, Δρομοκλείδας Ἁγίωνος, Δαμότιμος Ἀνδρονίκου. εἰ δέ τίς κα ἐφά- | |
πτηται Ἡρακλέωνος ἢ Φιλίστου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι | |
θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Ἀρτεμίδωρος καὶ Φιλίστα καὶ οἱ βεβαιωτῆ- | |
10 | ρες Εὐκράτης, Δρομοκλείδας, Δαμότιμος κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως |
δὲ καὶ οἱ παρατυγχάνοντες τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Ἡρακλέ- | |
ωνα καὶ Φίλιστον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι τοὶ | |
συλέοντες πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλων- | |
ος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἁγίων, Γενναῖος, Σώστρα- | |
15 | τως καὶ ἰδιῶται Νικόμαχος, Μένης, Φήνων, Καλλικλῆς, Θευγένης, |
Ξενόκριτος, [Κ]αλλι[κράτ]ης, Τιμόκριτος, Κλεύδαμος Πολυκράτεος, Κλεύ- | |
δαμος Μαντία, Πυῤῥίας Ἀρχελάου. |