[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Ἀντίμαχος Φιάλου, συνευδοκεούσας τᾶς γυναι-
κὸς Μνασιστράτας σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀντίμα-
χος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
5 καθὼς ἐπίστευσε Ἀντίμαχος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ-
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ-
ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ
τὸν νόμον· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Ἀντι-
μάχου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων οἵ τε ἀποδό-
10 μενοι καὶ ὁ βεβαιωτήρ. εἰ δὲ μὴ παρέχοιεν βέβαιον τῶι θεῶι τὰν ὠνάν,
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ
παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον
ὄντα καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον ἀζάμιοι ἐόν-
τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς
15 τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἐμμενί-
[δας], Ἀλκῖνος, Πράοχος καὶ ἰδιῶται Εὐαγόρας, Ἄσανδρος, Εὐκλεί-
δας Καλλ<ε>ίδα, Διονύσιος Ἀσάνδρου.
Search Help
Contact Us