[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Ἀπελλαίου, ἀπέδοτο |
Σάτυρος Νικομάχου, εὐδοκέοντος καὶ τοῦ υἱοῦ | |
Κάλλωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
ὧι ὄνομα Θεοδόσιος τὸ γένος Σύρον, καθὼς ἐπίστευσε | |
5 | Θεοδό[σι]ος τὰν ὠνὰν τῶι θεῶι, τιμᾶς ἀργυρίου μνᾶν |
τριῶν στατήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
ἐφ’ ὅτωι ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
τὸν πάντα βίον. εἰ δέ τίς κα ἐφάπτηται Θεοδοσίου ἐπὶ | |
καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων | |
10 | ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδικος πά- |
σας δίκας καὶ ζαμίας. βεβαιωτὴρ κατὰ τὸν νόμον | |
τᾶς πόλιος· Ἀλκῖνος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλω- | |
νος Ἀνδρόνικος καὶ τοὶ ἄρχοντες Ἀλκῖνος, ἰδιῶται | |
Μένης, Χαρίξενος, Εὔδωρος, Καλλείδας Εὐκλείδα, | |
15 | Στράτων. |