[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Ἡρακλείου, ἀπέδοντο Θεύδοτος Τι-
μάρχου καὶ Ἀρίστα Ἀρτεμιδώρου, συνευδοκέοντος τοῦ ἀνδρὸς
αὐτ<ᾶ>ς Θεοδότου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο-
μα Νουμήνιος τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ
5 τὰν τιμὰν ἔχοντι πᾶσαν. καθὼς ἐπίστευσε Νουμήνιος τὰν ὠ-
νὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
TWN TO\M PA/NTA XRO/NON. BEBAIWTH\R KATA\ TOU\S NO/MOUS: *DIONU/-
σιος Ἀσάνδρου. βέβαιον δὲ παρεχόντω {ι} τῶι θεῶι τὰν ὠνὰν
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. εἰ δέ τις ἅπτοιτο Νουμηνί-
10 ου ἐπὶ καταδουλισμῶι κύριος ἔστω προϊστάμενος ὁ θέλων
ὑπὲρ τὸν θεὸν Νουμηνίου καὶ συλέων Νουμήνιον ἐπ’ ἐλευθερίαι
ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυροι· Διονύσιος, Πολίτας Ἀσάν-
DROU, *CE/NWN *CENOKRI/TOU, *(AGI/WN *KLEODA/MOU, *DIONU/SIOS *)ASTOCE/-
νου, Βάχκιος Ἄγρωνος, Ἄρχων Καλλία, Μένης Πεισιστράτου καὶ
15 οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες
τᾶς πόλιος Σώστρατος Σωτ[ύλ]ου, Ἁγίων Ἐκεφύλου, Γενναῖος
Ἡρά[κω]νος. τὸ πυξίδιον φυλάσ<σ>ει Μένης, Ἀριστίων Ἁγίωνος, Τιμό-
κριτος Εὐκλείδα.
Search Help
Contact Us