[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Βοαθόου, ἐπὶ τοῖσ-
DE A)PE/DOTO *AI)AKI/DAS *FILAITW/LOU *DELFO\S
σῶμα γυναικεῖον ἇι ὄνομα Ἀφροδισία τὸ
γένος Σαρμάτισσαν τιμᾶς ἀργυρίου
5 μνᾶν τριῶν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, κα-
θὼς ἐπίστευσε Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα
βίον ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμον·
Ξένων Ξενοκρίτου, Ἀρτεμίδωρος Ἀπολλωνίου Δελ-
10 φοί. παραμεινάτω δὲ Ἀφροδισία παρ’ Αἰακίδαν ἄχρι κα
ζώη Αἰακίδας ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυ-
νατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιῆ Ἀφροδισία, καθὼς
γέγραπται, δυνατὰ ἐοῦσα, ἐξέστω Αἰακίδα κολάζειν Ἀ-
φροδισίαν, καθώς κα αὐτῶι φαίνηται, καὶ ἄλλωι ὑπὲρ Αἰα-
15 κίδαν, ὅν κα κελεύη, πλὰν μὴ πωλεόντοις Ἀφροδισίαν μήτε
αὐτῶι Αἰακίδα μήτε ἄλλωι ὑπὲρ Αἰακίδαν. εἰ δέ τί κα πάθηι
Αἰακίδας, ἐλευθέρα ἔστω Ἀφροδισία κυρία ἐοῦσα αὐτοσαυ-
τᾶς, ποιοῦσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς
ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδου-
20 λισμῶι Ἀφροδισίας, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι
θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον καὶ ὁμοίως οἱ παρατυχόντες κύριοι ἔ-
στωσαν συλέοντες Ἀφροδισίαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δί-
κας καὶ ζαμίας ἐπ’ ἐλευθερίαι. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας καὶ Ἀνδρό-
νικος καὶ τῶν ἀρχόντων Ἀλκῖνος, ἰδιῶται Βάκχιος, Δαμένης, Δρομοκλείδας, Βαβύλος, Ἀντιφά[νης].
Search Help
Contact Us