[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀστύοχος  Γνωσιλάου Δελφὸς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθένιον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν
ἔχ<ε>ι πᾶσαν, καθὼς ἐπίστευσε Παρθένιον τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀ-
νέφαπτον τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, <βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ>. ὁμοίως δὲ
5 καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Παρθένιον ὡς ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπό-
δικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ κατὰ τὸν νόμον· Νικόμαχος Δεξίππου Δελφός. μάρτυ-
ρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ταραντῖνος· Μένης, Λυσίας, Χάρης, Ἰατάδας, Ἀρχέλαος, Τελέσαρχος,
Δίων, Ξενοκράτης.
Search Help
Contact Us