[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀστύοχος Γνωσιλάου Δελφὸς |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθένιον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν | |
ἔχ<ε>ι πᾶσαν, καθὼς ἐπίστευσε Παρθένιον τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀ- | |
νέφαπτον τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, <βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ>. ὁμοίως δὲ | |
5 | καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Παρθένιον ὡς ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπό- |
δικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ κατὰ τὸν νόμον· Νικόμαχος Δεξίππου Δελφός. μάρτυ- | |
ρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ταραντῖνος· Μένης, Λυσίας, Χάρης, Ἰατάδας, Ἀρχέλαος, Τελέσαρχος, | |
Δίων, Ξενοκράτης. |