[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Κλεώνδα μηνὸς Δαιδα-
φορίου, βουλευόντων τὰν πρώταν ἑ%⁸⁰ξά-
μηνον Πάτρωνος τοῦ Ἰατάδα, Ἁγίωνος τοῦ
Κλευδάμου, γραμματεύοντος δὲ τᾶς βου-
5 λᾶς Ἀριστέ%⁸⁰α τοῦ Φίλωνος, ἀπέδοντο Ἀρχέ-
λαος καὶ Ξένων οἱ Πεισιθέου τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Διοσκου-
ρίδας — — — τὸ — γένος ἐνδογενῆ, τιμᾶς ἀργυρί-
ου μνᾶν τ[ρ]ιῶν, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν,
10 καθὼς ἐπί%⁸⁰στευσε Διοσκουρίδας τὰν ὠνὰν
τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέ-
φα%⁸⁰πτον ἀπὸ πάντων τὸν πάντα βίον, ποι-
ῶν — ὅ — κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. <ἀζάμιος]2
[2ἐὼν ἀπὸ πάσας δίκας καὶ ζαμίας. εἰ δὲ μὴ παρέ>-
15 <χοιν [ὠ]νὰν [βέβαιον, πράκτιμοι] ἐόντωσαν ὁ καταβλα>-
<[․․․․] Διοσκουρίδας, Ξένων καὶ Ἀρχέλαος.>
βε%⁸⁰βαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος·
Γ[λ]αῦκος Ξένωνος, Πολίτας Ἀσάνδρου. εἰ δέ τις — — ἐφά-
πτοιτο — — ἐπὶ καταδου%⁸⁰λισμῶι Διοσκουρίδα, βέβα[ι]ον
20 παρεχόντω τὰ{α}ν {²⁶τὰν}²⁶ ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι καὶ
οἱ βεβαιω%⁸⁰τῆρ%⁸⁰ες. εἰ δὲ μ[ὴ] — — — — παρέχοιν, πράκτιμοι ἐόντω
κατὰ τὸν νόμον. ὁμοίω%⁸⁰ς δὲ καὶ οἱ παρατυχόντες
κύριοι ἐόντω συλέοντε%⁸⁰ς Διοσκουρίδαν ὡ%⁸⁰ς ἐλεύθε-
ρον ἐόντα ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ
25 ἀνυπόδικοι πάσας δίκ%⁸⁰ας καὶ ζαμία%⁸⁰ς εἰ δὲ
[— —πο]νηρὰ ποι%⁸⁰οῖτο Διοσκουρίδας, τῶ Διοσκουρί-
δα πάντα ἔστω Ἀρχελάου καὶ Ξένωνος καὶ μὴ ἐχέ-
τω — Διοσκουρίδας ἀπαλλοτριῶσαι μηδὲ καθ’ ὁποῖον
τρόπον. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄ-
30 θα[μ]βος καὶ ὁ νεωκ[ό]ρος Ἀτ[ει]σίδας· Ἁγίων Πολυκλεί-
του, Κλεόδαμος Μαν%⁸⁰τία, Ξένων Πολύωνος.
Search Help
Contact Us