[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Θρασυκλέος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀ-
πέδοντο Πολύων Τιμοκλέος καὶ Ξενώ, συνευδοκέοντος καὶ
τοῦ υἱοῦ αὐτῶν Ξένωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα γυναικεῖον ἇι ὄνομα Ἀρσινόα τὸ γένος ἐνδογενῆ, τι-
5 μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶ-
[σ]α[ν], κ[αθ]ὼς ἐπίστευσε Ἀρσινόα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
[τε] ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πά[ν-
τα χρ]όνον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα
θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Θεύ-
10 ξε[νος] Καλλία. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισσμῶι
[Ἀρ]σι[νόα]ς, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε
ἀποδόμενοι Πολύων καὶ Ξενὼ καὶ Ξένων καὶ ὁ βεβαιωτὴ[ρ]
Θε[ύ]ξενος. εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντων κατὰ
τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι
15 [ἐό]ντων συλέοντες Ἀρσινόαν ὡς ἐλευθέραν ἐοῦσαν
[ἀζάμ]ιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Πραξίας, Ἀνδρό-
[NIKOS KAI\ OI( A)/]RXONTES *TI/MWN, *)ARISTO/-
20 <βουλος, Δαμόστρατος>
καὶ ἰδιῶται Λυσί[ας Ξ]ένωνος, Τί-
[μ]ων Πολυδίκου, Εὐγένης, Δημήτρ-
IOS, *(H[2R]2I/AS *TIMOKLE/OS.
Search Help
Contact Us