[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Θεοξενίου, ἀπέδοτο Πασίων Κλέω- |
νος καὶ Ἀναξὶς Πολυκράτεος τῶι θεῶι σῶμα γυναικεῖον ἇι ὄνομα Παρ- | |
θένιον, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βε- | |
βαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Πολύξενος | |
5 | Ὀξύλου. καθὼς ἐπίστευσε τῶι θεῶι Παρθένιον τὰν ὠνάν, ἐφ’ ὧιτε |
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων, ποιοῦσα ὅ κα θέλη. | |
εἰ δέ τις ἐφάπτοιτο Παρθενίου ἐπὶ καταδουλισμῶι, ἐξουσία ἔστω συλέοντι τῶι | |
παρατυχόντι ἀζαμίω ὄντι καὶ ἀνυποδίκω πάσας δίκας καὶ ζαμίας. ὁ δὲ βεβαιω- | |
[τ]ὴρ βέβαιον παρεχέτω τῶι θεῶ[ι] τὰν ὠνάν. μάρτυροι· οἱ ἱερεῖς Ἀνδρόνικος, | |
10 | Πραξία[ς]· Αἰακίδας Φιλαιτώλου, Εὐκλείδας Καλλείδα, Καλλείδας Εὐκλείδα, |
Πολύξενος Ὀξύλου, Δαμόφαντος Δαμοκράτεος, Σωκράτης Ἀντάλλου, Ἵππων | |
Ἀθανίωνος, Κλεύδαμος Πολυκράτεος. |