[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Κλεομάντιος τοῦ Δίνωνος μηνὸς Ἡρα-
κλέου, βουλε<υ>όντων Δίωνος τοῦ Ἀντιγενίδα, Μέντο-
ρος τοῦ Λαιάδα Τιμολέωνος τοῦ Ἐμμενίδα, ἀπέδοτο Εὔ-
νοια Κότυος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικῖον κοράσι-
5 ον ἇ ὄνομα Ὀνασίφορον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν
ἀπέχι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Μέντωρ Λαιάδα. εἰ δέ τις ἐφάπτοιτο
Ὀνασιφόρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶ θεῶ τὰν ὠνὰν ἅ τε ἀποδομένα Εὔνοια καὶ
ὁ βεβαιωτὴρ Μέντωρ. κύριος δὲ ἔστω καὶ ἄλλος συλέων ὁ παρατυχὼν Ὀνασίφορ<ο>ν ἀζάμιος ὢν καὶ ἀνυπόδι-
κος πάσας δίκας καὶ ζαμίας. παραμινάτω δὲ Ὀνασίφορον Εὐνοία, ἕως κα ζῆ Εὔνοια, ποιοῦσα τὸ ἐπιτασσόμε-
10 νον πᾶν ἀνενκλήτως τὸ δυνατόν. εἰ δὲ μὴ ποῆ, ἐξουσίαν ἐχέτω Εὔνοια ἐπιτιμέουσα Ὀνασιφόρω τρόπωι ὧ κα
θέλη. μάρτυροι· οἵ τε ἱερῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου Νικόστρατος Ἄρχωνος, Καλλίστρατος Αἰακίδα καὶ ἰδιῶται
Διόδωρος, Ἀριστοκλέας οἱ Φιλονίκου, Εὐκράτης, Φιλλέας οἱ Δαμένεος, Φιλιστίων Διοκλέος.
Search Help
Contact Us